Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,
  2. βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.
  3. αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι,
  4. μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·
  5. τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι
  6. ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.
  7. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν
  8. μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο
  9. Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης
  10. ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.
  11. ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
  12. Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,
  13. κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.
  14. ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
  15. ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
  16. προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
  17. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
  18. κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
  19. σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,
  20. κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς.
  21. κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης
  22. βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός·
  23. ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,
  24. εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα
  25. πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,
  26. μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.
  27. ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  28. ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·
  29. ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται
  30. ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ
  31. νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.
  32. ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·
  33. αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν
  34. ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.
  35. ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,
  36. αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,
  37. ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς
  38. ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,
  39. ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,
  40. ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.
  41. δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·
  42. ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.
  43. μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς
  44. ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων·
  45. γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.