Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,
  2. δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.
  3. Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·
  4. ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι πιθήσεις
  5. μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,
  6. βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.
  7. αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι,
  8. μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·
  9. τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι
  10. ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.
  11. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν
  12. μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο
  13. Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης
  14. ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.
  15. ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
  16. Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,
  17. κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.
  18. ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
  19. ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
  20. προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
  21. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
  22. κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
  23. σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,
  24. κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς.
  25. κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης