Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,
  2. πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονται
  3. οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων
  4. ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.
  5. ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,
  6. δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.
  7. Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·
  8. ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι πιθήσεις
  9. μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,
  10. βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.
  11. αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι,
  12. μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·