Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,
  2. πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονται
  3. οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων
  4. ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.
  5. ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,
  6. δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.
  7. Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·
  8. ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι πιθήσεις