Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·
  2. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  3. πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,
  4. πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονται
  5. οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων
  6. ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.
  7. ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,
  8. δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.
  9. Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·