Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,
  • ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
  • ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει
  • πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.