Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.
  2. ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,
  3. ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
  4. ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει
  5. πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
  6. ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
  7. παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
  8. ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
  9. κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
  10. ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
  11. αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·