Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
  2. οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·
  3. τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι
  4. καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.
  5. ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,
  6. ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
  7. ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει
  8. πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
  9. ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
  10. παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
  11. ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
  12. κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
  13. ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
  14. αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·
  15. μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·
  16. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  17. πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,
  18. πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονται
  19. οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων
  20. ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.
  21. ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,
  22. δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.
  23. Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·
  24. ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι πιθήσεις
  25. μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,
  26. βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.
  27. αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι,
  28. μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·
  29. τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι
  30. ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.