Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου.
- ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.
- τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
- Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον
- ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν
- ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε;
- οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής,
- πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.
- ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.
- ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
- εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,
- ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
- δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,
- καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα,
- πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
- τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο
- κρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,
- οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
- οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·
- τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι
- καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.
- ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,
- ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
- ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει
- πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
- ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
- παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
- ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
- κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
- ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
- αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·
- μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·
- ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
- πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,
- πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονται
- οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων
- ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.
- ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,
- δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.
- Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·
- ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι πιθήσεις
- μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,
- βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.
- αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι,
- μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·
- τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι
- ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν
- μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο
- Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης
- ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.
- ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
- Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,
- κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.
- ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
- ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε