Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν
  2. ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου.
  3. ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.
  4. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  5. Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον
  6. ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν
  7. ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε;
  8. οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής,
  9. πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.
  10. ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.
  11. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·