Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;
  2. οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε·
  3. μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων
  4. ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.
  5. τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
  6. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  7. οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν·
  8. ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,
  9. μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν
  10. ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν
  11. μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·
  12. ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν
  13. ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου.
  14. ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.
  15. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  16. Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον
  17. ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν
  18. ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε;
  19. οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής,
  20. πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.
  21. ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.
  22. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  23. εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,
  24. ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
  25. δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,
  26. καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα,
  27. πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
  28. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  29. μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο
  30. κρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,
  31. οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
  32. οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·
  33. τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι
  34. καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.
  35. ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,
  36. ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
  37. ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει
  38. πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
  39. ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
  40. παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
  41. ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
  42. κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
  43. ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
  44. αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·
  45. μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·
  46. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  47. πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,
  48. πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονται
  49. οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων
  50. ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.
  51. ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,
  52. δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.
  53. Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·
  54. ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι πιθήσεις
  55. μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,
  56. βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.
  57. αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι,
  58. μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·
  59. τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι
  60. ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.
  61. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν
  62. μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο
  63. Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης
  64. ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.
  65. ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
  66. Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,
  67. κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.
  68. ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
  69. ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
  70. προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
  71. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
  72. κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
  73. σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,
  74. κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς.
  75. κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης
  76. βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός·
  77. ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,
  78. εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα
  79. πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,
  80. μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.
  81. ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  82. ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·
  83. ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται
  84. ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ
  85. νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.
  86. ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·
  87. αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν
  88. ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.
  89. ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,
  90. αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,
  91. ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς
  92. ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,
  93. ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,
  94. ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.
  95. δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·
  96. ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.
  97. μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς
  98. ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων·
  99. γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
  100. ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·
  101. εἵλετο δʼ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ
  102. γυμνός· τοὶ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης
  103. κείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.
  104. τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,
  105. αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸν
  106. ἄντα τιτυσκόμενος, πελέκεων δʼ οὐκ ἤμβροτε πάντων
  107. πρώτης στειλειῆς, διὰ δʼ ἀμπερὲς ἦλθε θύραζε
  108. ἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε·
  109. Τηλέμαχʼ, οὔ σʼ ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει
  110. ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον
  111. δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,
  112. οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.
  113. νῦν δʼ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι
  114. ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι
  115. μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τʼ ἀναθήματα δαιτός.
  116. ἦ καὶ ἐπʼ ὀφρύσι νεῦσεν· ὁ δʼ ἀμφέθετο ξίφος ὀξὺ
  117. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
  118. ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δʼ ἄρʼ αὐτοῦ
  119. πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.
  1. αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,
  2. ἆλτο δʼ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην
  3. ἰῶν ἐμπλείην, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς
  4. αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
  5. οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται·
  6. νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,
  7. εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.
  8. ἦ καὶ ἐπʼ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.
  9. ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,
  10. χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,
  11. ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ
  12. μέμβλετο· τίς κʼ οἴοιτο μετʼ ἀνδράσι δαιτυμόνεσσι
  13. μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,
  14. οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;
  15. τὸν δʼ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,
  16. ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή.
  17. ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς
  18. βλημένου, αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν
  19. αἵματος ἀνδρομέοιο· θοῶς δʼ ἀπὸ εἷο τράπεζαν
  20. ὦσε ποδὶ πλήξας, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε·
  21. σῖτός τε κρέα τʼ ὀπτὰ φορύνετο. τοὶ δʼ ὁμάδησαν
  22. μνηστῆρες κατὰ δώμαθʼ, ὅπως ἴδον ἄνδρα πεσόντα,
  23. ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,
  24. πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους·
  25. οὐδέ πη ἀσπὶς ἔην οὐδʼ ἄλκιμον ἔγχος ἑλέσθαι.
  26. νείκειον δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι·
  27. ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτʼ ἀέθλων
  28. ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
  29. καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγʼ ἄριστος
  30. κούρων εἰν Ἰθάκῃ· τῷ σʼ ἐνθάδε γῦπες ἔδονται.
  31. ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα
  32. ἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,
  33. ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπτο.
  34. τοὺς δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  35. ὦ κύνες, οὔ μʼ ἔτʼ ἐφάσκεθʼ ὑπότροπον οἴκαδʼ ἱκέσθαι
  36. δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,
  37. δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,
  38. αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,
  39. οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,
  40. οὔτε τινʼ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι·
  41. νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπται.
  42. ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν·
  43. πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.
  44. Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
  45. εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,
  46. ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,
  47. πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼ ἀγροῦ.