Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.
  2. ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον
  3. ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις
  4. ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ
  5. εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
  6. πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος
  7. πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν.
  8. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  9. Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
  10. ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται·
  11. ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον