Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.
  2. ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,
  3. οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.
  4. ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον
  5. ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις
  6. ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ
  7. εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
  8. πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος
  9. πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν.
  10. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  11. Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον