Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο·
  2. ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε
  3. ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ
  4. ῥῖνάς τʼ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς
  5. ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.
  6. ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,
  7. οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.
  8. ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον
  9. ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις
  10. ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ
  11. εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
  12. πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος
  13. πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν.
  14. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  15. Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
  16. ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται·
  17. ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον
  18. ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,
  19. οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;
  20. οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε·
  21. μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων
  22. ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.
  23. τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
  24. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  25. οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν·
  26. ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,
  27. μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν
  28. ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν
  29. μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·
  30. ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν
  31. ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου.
  32. ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.
  33. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  34. Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον
  35. ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν
  36. ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε;
  37. οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής,
  38. πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.
  39. ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.
  40. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  41. εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,
  42. ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
  43. δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,
  44. καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα,
  45. πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
  46. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  47. μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο
  48. κρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,
  49. οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
  50. οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·
  51. τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι
  52. καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.
  53. ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,
  54. ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
  55. ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει
  56. πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.