Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ.
  2. οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,
  3. ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,
  4. ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ,
  5. μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο·
  6. ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε
  7. ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ
  8. ῥῖνάς τʼ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς
  9. ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.
  10. ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,
  11. οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.
  12. ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον
  13. ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις
  14. ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ
  15. εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
  16. πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος
  17. πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν.
  18. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  19. Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
  20. ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται·
  21. ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον
  22. ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,
  23. οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;
  24. οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε·
  25. μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων
  26. ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.
  27. τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
  28. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  29. οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν·
  30. ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,
  31. μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν