Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος
  • ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.
  • οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους
  • βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ.
  • οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,
  • ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,
  • ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ,
  • μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο·
  • ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε
  • ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ
  • ῥῖνάς τʼ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς
  • ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.
  • ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,
  • οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.
  • ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον
  • ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις
  • ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ
  • εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
  • πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος