Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.
  2. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  3. ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί·
  4. οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν
  5. δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις
  6. μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος
  7. ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.
  8. οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους
  9. βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ.
  10. οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,
  11. ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,
  12. ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ,
  13. μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο·
  14. ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε
  15. ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ