Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν,
  2. δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.
  3. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  4. ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί·
  5. οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν
  6. δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις
  7. μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος
  8. ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.
  9. οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους