Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
  2. νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
  3. οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
  4. τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
  5. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·
  6. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·
  7. Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα
  8. λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,
  9. νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·
  10. ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν.
  11. ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν