Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
  2. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
  3. νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
  4. οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
  5. τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
  6. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·
  7. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·
  8. Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα