Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
  2. ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
  3. ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·
  4. ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,
  5. αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν,
  6. ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ
  7. τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
  8. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  9. τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
  10. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
  11. νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.