Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
  2. Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.
  3. νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο
  4. ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι
  5. κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας
  6. ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω,
  7. ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
  8. ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
  9. ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·
  10. ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,
  11. αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν,