Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·
  2. εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ
  3. ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν·
  4. ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν
  5. ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι
  6. τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.
  7. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
  8. Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.