παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηταιἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες,πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξονἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶκληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζεπροβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς