Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.
  2. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
  3. εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·
  4. παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται
  5. ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.
  6. ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες,
  7. πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·
  8. ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,
  9. οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·
  10. ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον
  11. ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ