Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα
  2. Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.
  3. εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,
  4. ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,
  5. οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι
  6. Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
  7. ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.