Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα
  2. εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.
  3. σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.
  4. εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
  5. ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω
  6. οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα
  7. Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.
  8. εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,
  9. ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,
  10. οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι
  11. Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
  12. ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.
  13. τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα,
  14. κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,
  15. καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους
  16. ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.
  17. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
  18. εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·
  19. παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται
  20. ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.
  21. ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες,
  22. πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·
  23. ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,
  24. οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·
  25. ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον
  26. ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ
  27. κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,
  28. ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
  29. ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
  30. προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
  31. σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς
  32. κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.
  33. ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·
  34. ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·
  35. ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.