ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσαςἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνωοἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσαεὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσωοἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειταΤηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντιΠαρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.