Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  2. ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας
  3. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  4. γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω
  5. οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα
  6. εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.
  7. σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.
  8. εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
  9. ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω
  10. οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα
  11. Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.
  12. εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,
  13. ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,
  14. οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι
  15. Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
  16. ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.
  17. τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα,
  18. κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,
  19. καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους
  20. ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.