Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,
  2. ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  3. ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας
  4. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  5. γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω
  6. οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα
  7. εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.
  8. σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.
  9. εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
  10. ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω
  11. οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα