Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι
  2. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
  3. αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,
  4. ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  5. ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας
  6. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  7. γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω
  8. οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα