Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,
  2. φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·
  3. βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,
  4. ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.
  5. ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι
  6. ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;
  7. ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ;
  8. εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.
  9. τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
  10. Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,
  11. ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
  12. γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
  13. ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι
  14. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
  15. αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,
  16. ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  17. ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας
  18. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  19. γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω
  20. οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα
  21. εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.
  22. σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.
  23. εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
  24. ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω
  25. οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα
  26. Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.
  27. εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,
  28. ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,
  29. οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι
  30. Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
  31. ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.
  32. τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα,
  33. κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,
  34. καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους
  35. ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.
  36. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
  37. εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·
  38. παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται
  39. ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.
  40. ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες,
  41. πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·
  42. ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,
  43. οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·
  44. ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον
  45. ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ
  46. κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,
  47. ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
  48. ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
  49. προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
  50. σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς
  51. κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.
  52. ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·
  53. ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·
  54. ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.
  55. Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,
  56. θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς
  57. ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ·
  58. ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  59. ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ πάντων·
  60. οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·
  61. εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ
  62. ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν·
  63. ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν
  64. ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι
  65. τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.
  66. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
  67. Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.
  68. νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο
  69. ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι
  70. κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας
  71. ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω,
  72. ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
  73. ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
  74. ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·
  75. ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,
  76. αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν,
  77. ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ
  78. τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
  79. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  80. τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
  81. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
  82. νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
  83. οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
  84. τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
  85. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·
  86. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·
  87. Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα
  88. λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,
  89. νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·
  90. ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν.
  91. ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν
  92. χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶν
  93. ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,
  94. ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε.
  95. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν,
  96. δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.
  97. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  98. ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί·
  99. οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν
  100. δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις
  101. μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος
  102. ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.
  103. οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους
  104. βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ.
  105. οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,
  106. ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,