Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
  2. τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω
  3. βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·
  4. ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.
  5. ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,
  6. φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·
  7. βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,
  8. ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.
  9. ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι
  10. ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;
  11. ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ;
  12. εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.
  13. τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
  14. Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,
  15. ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
  16. γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
  17. ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι
  18. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
  19. αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,
  20. ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  21. ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας
  22. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  23. γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω
  24. οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα
  25. εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.
  26. σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.
  27. εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
  28. ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω
  29. οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα
  30. Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.
  31. εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,
  32. ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,
  33. οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι