Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
  2. ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,
  3. πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ,
  4. ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·
  5. τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο
  6. ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.
  7. Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,
  8. ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
  9. τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω
  10. βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·
  11. ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.
  12. ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,
  13. φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·
  14. βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,
  15. ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.
  16. ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι
  17. ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;
  18. ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ;
  19. εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.
  20. τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
  21. Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,
  22. ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
  23. γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
  24. ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι
  25. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
  26. αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,
  27. ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  28. ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας
  29. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  30. γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω
  31. οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα
  32. εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.
  33. σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.
  34. εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
  35. ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω
  36. οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα
  37. Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.
  38. εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,
  39. ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,
  40. οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι
  41. Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
  42. ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.
  43. τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα,
  44. κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,
  45. καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους
  46. ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.
  47. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
  48. εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·
  49. παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται
  50. ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.
  51. ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες,
  52. πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·
  53. ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,
  54. οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·
  55. ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον
  56. ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ
  57. κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,
  58. ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
  59. ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
  60. προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
  61. σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς
  62. κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.
  63. ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·
  64. ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·
  65. ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.
  66. Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,
  67. θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς
  68. ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ·
  69. ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  70. ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ πάντων·
  71. οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·
  72. εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ
  73. ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν·
  74. ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν
  75. ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι
  76. τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.
  77. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
  78. Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.
  79. νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο
  80. ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι
  81. κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας
  82. ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω,
  83. ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
  84. ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
  85. ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·
  86. ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,
  87. αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν,
  88. ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ
  89. τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
  90. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  91. τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
  92. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
  93. νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
  94. οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
  95. τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
  96. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·
  97. ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·
  98. Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα
  99. λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,
  100. νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·
  101. ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν.
  102. ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν
  103. χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶν
  104. ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,
  105. ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε.
  106. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν,
  107. δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.
  108. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  109. ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί·
  110. οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν
  111. δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις
  112. μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος
  113. ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.
  114. οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους
  115. βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ.
  116. οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,
  117. ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,
  118. ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ,
  119. μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο·
  120. ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε
  121. ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ
  122. ῥῖνάς τʼ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς
  123. ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.
  124. ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,
  125. οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.
  126. ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον
  127. ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις
  128. ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ
  129. εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
  130. πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος
  131. πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν.
  132. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  133. Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
  134. ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται·
  135. ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον
  136. ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,
  137. οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;
  138. οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε·
  139. μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων
  140. ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.
  141. τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
  142. κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
  143. οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν·
  144. ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,
  145. μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν
  146. ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν
  147. μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·
  148. ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν
  149. ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου.
  150. ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.
  151. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  152. Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον
  153. ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν
  154. ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε;
  155. οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής,
  156. πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.
  157. ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.
  158. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  159. εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,
  160. ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
  161. δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,
  162. καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα,
  163. πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.