Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
  2. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  3. Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
  4. δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων—
  5. εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει
  6. θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.
  7. οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ
  8. οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν·
  9. ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.
  10. ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν·
  11. ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,
  12. πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ,
  13. ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,
  14. ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,
  15. τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
  16. ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,
  17. πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ,
  18. ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·
  19. τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο
  20. ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.
  21. Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,
  22. ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
  23. τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω
  24. βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·
  25. ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.
  26. ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,
  27. φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·
  28. βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,
  29. ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.