Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ
  2. γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.
  3. αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,
  4. ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων
  5. μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
  6. γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
  7. ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,
  8. κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
  9. αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
  10. ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
  11. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·