Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.
  2. πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει
  3. θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι
  4. τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ
  5. ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.
  6. νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ
  7. γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.
  8. αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,
  9. ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων
  10. μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
  11. γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
  12. ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,
  13. κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,