Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,
- ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν
- ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ
- ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·
- ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.
- στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,
- οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων
- ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
- ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.
- πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει
- θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι
- τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ
- ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.
- νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ
- γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.
- αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,
- ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων
- μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
- γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
- ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,
- κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
- αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
- ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
- Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
- δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων—
- εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει
- θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.
- οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ
- οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν·
- ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.
- ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν·
- ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,
- πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ,
- ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,
- ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,
- τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
- ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,
- πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ,
- ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·
- τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο
- ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.
- Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,
- ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
- τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω
- βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·
- ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.
- ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,
- φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·