Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,
  2. ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν
  3. ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ
  4. ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·
  5. ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.
  6. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,
  7. οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων
  8. ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
  9. ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.
  10. πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει
  11. θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι