Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  2. ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,
  3. ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.
  4. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  5. Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,
  6. ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν
  7. ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ
  8. ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·
  9. ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.
  10. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,
  11. οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων
  12. ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
  13. ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.
  14. πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει
  15. θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι
  16. τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ
  17. ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.
  18. νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ
  19. γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.
  20. αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,
  21. ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων
  22. μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
  23. γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
  24. ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,
  25. κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
  26. αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
  27. ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
  28. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  29. Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
  30. δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων—
  31. εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει
  32. θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.
  33. οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ
  34. οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν·
  35. ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.