Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.
  2. τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν
  3. οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς
  4. ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·
  5. μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν
  6. νηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας.
  7. τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς
  8. παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.
  9. Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο
  10. δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί·
  11. αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,