Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί,
  2. δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας
  3. Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.
  4. τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν
  5. οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς
  6. ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·
  7. μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν