Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην
  2. οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.
  3. ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν
  4. ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.
  5. πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας
  6. πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,
  7. ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας,
  8. ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει.
  9. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.
  10. τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,
  11. τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,
  12. νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.
  13. καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,
  14. ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.
  15. τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  16. ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ ἄκικυς,
  17. ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα
  18. ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.
  19. ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,
  20. τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.
  21. ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,
  22. κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
  23. αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
  24. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
  25. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  26. ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,
  27. ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.
  28. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  29. Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,
  30. ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν
  31. ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ
  32. ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·
  33. ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.
  34. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,
  35. οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων
  36. ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
  37. ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.
  38. πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει
  39. θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι
  40. τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ
  41. ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.
  42. νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ
  43. γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.
  44. αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,
  45. ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων
  46. μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
  47. γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
  48. ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,
  49. κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
  50. αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
  51. ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
  52. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  53. Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
  54. δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων—
  55. εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει
  56. θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.
  57. οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ
  58. οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν·
  59. ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.
  60. ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν·
  61. ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,
  62. πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ,
  63. ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,
  64. ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,
  65. τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
  66. ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,
  67. πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ,
  68. ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·
  69. τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο
  70. ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.
  71. Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,
  72. ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
  73. τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω
  74. βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·
  75. ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.
  76. ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,
  77. φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·