Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου
  2. δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.
  3. καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·
  4. εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,
  5. οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ
  6. λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην
  7. οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.
  8. ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν
  9. ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.
  10. πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας
  11. πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,