Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη
  2. ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί,
  3. δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας
  4. Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.
  5. τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν
  6. οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς
  7. ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·
  8. μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν