ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον,οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν,οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης·οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης·καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου;ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξουδηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρλείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμηνοἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.