Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.
  2. τοῦ δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·
  3. πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,
  4. ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,
  5. ἦ ἔτʼ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι
  6. ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
  7. ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα
  8. ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι,