κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντοκαί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆαὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τιςἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων,ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ—αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων.τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,