ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντοὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτητυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶνεἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή,ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντοκαί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,