Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.
  • ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·
  • τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο
  • ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη
  • τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·
  • Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν
  • εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή,
  • ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.
  • εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,
  • κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—
  • ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,
  • μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—
  • τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο
  • καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·
  • ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,
  • ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα
  • ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,
  • μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.
  • ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις
  • ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,
  • νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων,
  • ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ—
  • αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων.